Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.170 Joseph. BJ 4.176 (English) >>Joseph. BJ 4.184

4.174οὐκ ἐξαναστήσεσθε, τλημονέστατοι, καὶ πρὸς τὰς πληγὰς ἐπιστραφέντες, κἀπὶ τῶν θηρίων ἔστιν ἰδεῖν, τοὺς τύπτοντας ἀμυνεῖσθε; οὐκ ἀναμνήσεσθε τῶν ἰδίων ἕκαστος συμφορῶν οὐδὲ πεπόνθατε πρὸ ὀφθαλμῶν θέμενοι τὰς ψυχὰς ἐπʼ αὐτοὺς θήξετε πρὸς τὴν ἄμυναν; 4.175ἀπόλωλεν ἄρα παρʼ ὑμῖν τὸ τιμιώτατον τῶν παθῶν καὶ φυσικώτατον, ἐλευθερίας ἐπιθυμία, φιλόδουλοι δὲ καὶ φιλοδέσποτοι γεγόναμεν ὥσπερ ἐκ προγόνων τὸ ὑποτάσσεσθαι παραλαβόντες. 4.176ἀλλʼ ἐκεῖνοί γε πολλοὺς καὶ μεγάλους ὑπὲρ τῆς αὐτονομίας πολέμους διήνεγκαν καὶ οὔτε τῆς Αἰγυπτίων οὔτε τῆς Μήδων δυναστείας ἡττήθησαν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον. 4.177καὶ τί δεῖ τὰ τῶν προγόνων λέγειν; ἀλλʼ νῦν πρὸς Ῥωμαίους πόλεμος, ἐῶ διελέγχειν πότερον λυσιτελὴς ὢν καὶ σύμφορος τοὐναντίον, τίνα δʼ οὖν ἔχει πρόφασιν; 4.178οὐ τὴν ἐλευθερίαν; εἶτα τοὺς τῆς οἰκουμένης δεσπότας μὴ φέροντες τῶν ὁμοφύλων τυράννων ἀνεξόμεθα; 4.179καίτοι τὸ μὲν τοῖς ἔξωθεν ὑπακούειν ἀνενέγκαι τις ἂν εἰς τὴν ἅπαξ ἡττήσασαν τύχην, τὸ δὲ

-- --

τοῖς οἰκείοις εἴκειν πονηροῖς ἀγεννῶν ἐστι καὶ προαιρουμένων. 4.180ἐπειδὴ δὲ ἅπαξ ἐμνήσθην Ῥωμαίων, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς εἰπεῖν μεταξὺ τῶν λόγων ἐμπεσὸν ἐπέστρεψε τὴν διάνοιαν, ὅτι κἂν ἁλῶμεν ὑπʼ ἐκείνοις, ἀπείη δὲ πεῖρα τοῦ λόγου, χαλεπώτερον οὐδὲν παθεῖν ἔχομεν ὧν ἡμᾶς διατεθείκασιν οὗτοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.170 Joseph. BJ 4.176 (English) >>Joseph. BJ 4.184

Powered by PhiloLogic